SETTING OUT FOR JERUSALEM
22 1From that time on, Jesus began to explain to his disciples that he must make his way up to Jerusalem. 2It was just before the Feast of Tabernacles, and Jesus knew that his hour had come.
3Jesus said, “I am with you now only for a short time longer, and then I am going to the one who sent me. You will look for me, but you will not find me, for where I am going you cannot follow.”
4When the time approached, Jesus resolutely set out for Jerusalem.
***
5While they were on their way, heading up to Jerusalem, Jesus passed through some grainfields on the Sabbath day. His disciples were hungry, so they started to pick heads of grain and eat them. 6Some Pharisees saw this, and they said to him, “Look! Your disciples are doing what is against the Rules on the Sabbath!”
7“Are you really still so dull?” he asked.
8“Why do our disciples break the tradition of the elders?”
9Jesus sighed, then said, “O faithless and degenerate age, how long do I have to I put up with you?”
10But they started to challenge him, asking for a sign from Heaven and putting him to the test. But Jesus just replied, “Why does this age demand signs? A wicked, false age looks for signs—but none will be given it.” And he walked away from them.
SETTING OUT FOR JERUSALEM
22 1Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν εἰς Ἱεροσόλυμα ἀπελθεῖν. 2πρὸ δὲ τῆς ἑορτῆς τῆς σκηνοπηγίας εἰδὼς ὁ Ἰησοῦς ὅτι ἦλθεν αὐτοῦ ἡ ὥρα. 3εἶπεν οὖν ὁ Ἰησοῦς· Ἔτι χρόνον μικρὸν μεθ’ ὑμῶν εἰμι καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με. ζητήσετέ με καὶ οὐχ εὑρήσετέ με, καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. 4ἐγένετο δὲ ἐν τῷ συμπλη-ροῦσθαι τὰς ἡμέρας καὶ αὐτὸς τὸ πρόσωπον ἐστήρισεν τοῦ πορεύεσθαι εἰς Ἰερουσαλήμ.
5Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσό-λυμα, καὶ ἐπορεύθη ὁ Ἰησοῦς τοῖς σάββασιν διὰ τῶν σπορίμων· οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπείνασαν καὶ ἤρξαντο τίλλειν στάχυας καὶ ἐσθίειν. 6οἱ δὲ Φαρισαῖοι ἰδόντες εἶπαν αὐτῷ· Ἰδοὺ οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἔξεστιν ποιεῖν ἐν σαββάτῳ. 7ὁ δὲ εἶπεν αὐτοῖς· Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε; 8Διὰ τί οἱ μαθηταί σου παραβαίνουσιν τὴν παράδοσιν τῶν πρεσβυτέρων; 9καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει· Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε μεθ’ ὑμῶν ἔσομαι; 10καὶ οἱ Φαρισαῖοι ἤρξαντο συζητεῖν αὐτῷ, ζητοῦντες παρ’ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν. ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Tί ἡ γενεὰ αὕτη ζητεῖ σημεῖον; γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ. καὶ καταλιπὼν αὐτοὺς ἀπῆλθεν.